< 路加福音 6 >

1 在一个安息日,耶稣和门徒经过一片麦田,他的门徒摘下麦穗,用手搓着吃下。
Ἐγένετο δὲ ἐν ⸀σαββάτῳδιαπορεύεσθαι αὐτὸν ⸀διὰσπορίμων, καὶ ἔτιλλον οἱ μαθηταὶ αὐτοῦ ⸂καὶ ἤσθιον τοὺς στάχυας ψώχοντες ταῖς χερσίν.
2 有几个法利赛人质问耶稣:“你们怎么能这样呢?安息日不允许这样做。”
τινὲς δὲ τῶν Φαρισαίων ⸀εἶπαν Τί ποιεῖτε ὃ οὐκ ⸀ἔξεστιντοῖς σάββασιν;
3 耶稣答道:“大卫和随从在饥饿时所做的事情,你没有读过吗?
καὶ ἀποκριθεὶς πρὸς αὐτοὺς εἶπεν ὁ Ἰησοῦς· Οὐδὲ τοῦτο ἀνέγνωτε ὃ ἐποίησεν Δαυὶδ ⸀ὁπότεἐπείνασεν αὐτὸς καὶ οἱ μετʼ αὐτοῦ ⸀ὄντες
4 他难道不是走进上帝的神庙,吃了圣饼,还把它分给他的随从?这饼只有祭司才能吃。”
⸀ὡςεἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ τοὺς ἄρτους τῆς προθέσεως ⸀λαβὼνἔφαγεν καὶ ⸀ἔδωκεντοῖς μετʼ αὐτοῦ, οὓς οὐκ ἔξεστιν φαγεῖν εἰ μὴ μόνους τοὺς ἱερεῖς;
5 他又对他们说:“人子是安息日的主。”
καὶ ἔλεγεν ⸀αὐτοῖς Κύριός ἐστιν ⸂τοῦ σαββάτου ὁ υἱὸς τοῦ ἀνθρώπου.
6 在另外一个安息日,耶稣走进会堂布道,那里有个人右手有残疾。
Ἐγένετο ⸀δὲἐν ἑτέρῳ σαββάτῳ εἰσελθεῖν αὐτὸν εἰς τὴν συναγωγὴν καὶ διδάσκειν· καὶ ἦν ⸂ἄνθρωπος ἐκεῖ καὶ ἡ χεὶρ αὐτοῦ ἡ δεξιὰ ἦν ξηρά·
7 宗教老师和法利赛人想看看耶稣会不会在安息日治病,希望找到借口控告他。
⸀παρετηροῦντο⸀δὲοἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι εἰ ἐν τῷ σαββάτῳ ⸀θεραπεύει ἵνα εὕρωσιν ⸀κατηγορεῖναὐτοῦ.
8 耶稣知道他们的想法,就对手残疾的人说:“起来吧,站在大家的面前!”那人就起身站在那里。
αὐτὸς δὲ ᾔδει τοὺς διαλογισμοὺς αὐτῶν, ⸂εἶπεν δὲ τῷ ⸀ἀνδρὶτῷ ξηρὰν ἔχοντι τὴν χεῖρα· ⸀Ἔγειρεκαὶστῆθι εἰς τὸ μέσον· ⸀καὶ ἀναστὰς ἔστη.
9 然后耶稣转身对他们说:“问你们一个问题:在安息日做什么才对?是拯救生命,还是害人性命?”
εἶπεν ⸀δὲὁ Ἰησοῦς πρὸς αὐτούς· ⸀Ἐπερωτῶὑμᾶς, ⸀εἰἔξεστιν ⸂τῷ σαββάτῳ ἀγαθοποιῆσαι ἢ κακοποιῆσαι, ψυχὴν σῶσαι ἢ ⸀ἀπολέσαι
10 他环视周围众人,然后对那个男人说:“伸出你的手来!”那人把手一伸,手就复原了。
καὶ περιβλεψάμενος πάντας αὐτοὺς εἶπεν αὐτῷ· Ἔκτεινον τὴν χεῖρά σου· ὁ δὲ ἐποίησεν, καὶ ἀπεκατεστάθη ἡ χεὶρ ⸀αὐτοῦ
11 但宗教老师和法利赛人却勃然大怒,商量着怎样对付耶稣。
αὐτοὶ δὲ ἐπλήσθησαν ἀνοίας, καὶ διελάλουν πρὸς ἀλλήλους τί ἂν ποιήσαιεν τῷ Ἰησοῦ.
12 不久之后的一天,耶稣到山上去祷告,他整晚待在那里,向上帝祷告。
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταύταις ⸂ἐξελθεῖν αὐτὸν εἰς τὸ ὄρος προσεύξασθαι, καὶ ἦν διανυκτερεύων ἐν τῇ προσευχῇ τοῦ θεοῦ.
13 天亮之后,他把跟随他的人叫来,从中挑选了十二人,称他们为十二门徒,他们分别是:
καὶ ὅτε ἐγένετο ἡμέρα, προσεφώνησεν τοὺς μαθητὰς αὐτοῦ, καὶ ἐκλεξάμενος ἀπʼ αὐτῶν δώδεκα, οὓς καὶ ἀποστόλους ὠνόμασεν,
14 西门(耶稣又称他为彼得)和他弟弟安得烈,以及雅各、约翰、腓力、巴多罗迈、
Σίμωνα ὃν καὶ ὠνόμασεν Πέτρον καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ ⸀καὶἸάκωβον καὶ Ἰωάννην ⸁καὶΦίλιππον καὶ Βαρθολομαῖον
15 马太、多马、亚勒腓的儿子雅各、激进派西门、
⸀καὶΜαθθαῖον καὶ Θωμᾶν ⸁καὶ⸀ἸάκωβονἉλφαίου καὶ Σίμωνα τὸν καλούμενον Ζηλωτὴν
16 雅各的儿子犹大和出卖主的加略人犹大。
⸀καὶἸούδαν Ἰακώβου καὶ Ἰούδαν ⸀Ἰσκαριὼθ⸀ὃςἐγένετο προδότης.
17 耶稣和十二门徒下了山,站在一处平坦的地方,一大群信众和他的门徒都聚在这里,还有很多人从犹太全地、耶路撒冷和推罗以及西顿海边赶来,听耶稣讲道,也希望耶稣把他们的疾病医好。
Καὶ καταβὰς μετʼ αὐτῶν ἔστη ἐπὶ τόπου πεδινοῦ, καὶ ὄχλος ⸀πολὺςμαθητῶν αὐτοῦ, καὶ πλῆθος πολὺ τοῦ λαοῦ ἀπὸ πάσης τῆς Ἰουδαίας καὶ Ἰερουσαλὴμ καὶ τῆς παραλίου Τύρου καὶ Σιδῶνος,
18 那些被恶灵附体之人也痊愈了。
οἳ ἦλθον ἀκοῦσαι αὐτοῦ καὶ ἰαθῆναι ἀπὸ τῶν νόσων αὐτῶν· καὶ οἱ ⸂ἐνοχλούμενοι ἀπὸ πνευμάτων ⸀ἀκαθάρτωνἐθεραπεύοντο·
19 每个人都想方设法触摸他,因为他身上传递出一股力量,可以治愈众人。
καὶ πᾶς ὁ ὄχλος ⸀ἐζήτουνἅπτεσθαι αὐτοῦ, ὅτι δύναμις παρʼ αὐτοῦ ἐξήρχετο καὶ ἰᾶτο πάντας.
20 耶稣看着门徒,对他们说:
Καὶ αὐτὸς ἐπάρας τοὺς ὀφθαλμοὺς αὐτοῦ εἰς τοὺς μαθητὰς αὐτοῦ ἔλεγεν· Μακάριοι οἱ πτωχοί, ὅτι ὑμετέρα ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ.
21 “你们贫穷之人有福了,因为上帝之国是你们的。你们饥饿之人有福了,因为你们会吃饱。你们哀哭之人有福了,因为你们将开怀大笑。
μακάριοι οἱ πεινῶντες νῦν, ὅτι χορτασθήσεσθε. μακάριοι οἱ κλαίοντες νῦν, ὅτι γελάσετε.
22 如果因为我是人子的缘故,你们被憎恨、排斥、羞辱和诅咒,你们就有福了。
Μακάριοί ἐστε ὅταν μισήσωσιν ὑμᾶς οἱ ἄνθρωποι, καὶ ὅταν ἀφορίσωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν καὶ ἐκβάλωσιν τὸ ὄνομα ὑμῶν ὡς πονηρὸν ἕνεκα τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
23 当那一天到来,欢喜吧,快乐地跳跃吧,因为你们在天堂获得了慷慨的赏赐,别忘了,他们的祖先就是这样对待先知的。
χάρητε ἐν ἐκείνῃ τῇ ἡμέρᾳ καὶ σκιρτήσατε, ἰδοὺ γὰρ ὁ μισθὸς ὑμῶν πολὺς ἐν τῷ οὐρανῷ· κατὰ ⸂τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς προφήταις οἱ πατέρες αὐτῶν.
24 但你们富有之人有祸了,因为你们已经得了奖励。
πλὴν οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε τὴν παράκλησιν ὑμῶν.
25 你们饱足之人有祸了,因为你们将面临饥饿。你们正在欢笑的人有祸了,因为你们将要痛哭哀嚎。
οὐαὶ ὑμῖν, οἱ ἐμπεπλησμένοι ⸀νῦν ὅτι πεινάσετε. ⸀οὐαί οἱ γελῶντες νῦν, ὅτι πενθήσετε καὶ κλαύσετε.
26 你们受众人夸赞之人有祸了,别忘了,你们的祖先也是这样夸赞假先知。
Οὐαὶ ὅταν ⸂καλῶς ὑμᾶς εἴπωσιν ⸀πάντεςοἱ ἄνθρωποι, κατὰ ⸂τὰ αὐτὰ γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.
27 但我想告诉那些聆听之人:要爱你们的敌人,善待憎恨你们的人。
Ἀλλὰ ὑμῖν λέγω τοῖς ἀκούουσιν, ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς,
28 如果有人咒诅你,要为他们祝福;如果有人凌辱你,要为他们祷告;
εὐλογεῖτε τοὺς καταρωμένους ⸀ὑμᾶς προσεύχεσθε ⸀περὶτῶν ἐπηρεαζόντων ὑμᾶς.
29 有人打你一边的脸,转过另一边脸给他打;有人如果拿你的外衣,连里面的衣服也送给他。
τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα πάρεχε καὶ τὴν ἄλλην, καὶ ἀπὸ τοῦ αἴροντός σου τὸ ἱμάτιον καὶ τὸν χιτῶνα μὴ κωλύσῃς.
30 别人想要你的东西,就给他;有人拿去你的东西,不必再要回来。
⸀παντὶαἰτοῦντί σε δίδου, καὶ ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει.
31 想要其他人如何对待你们,你们就应当如何对待其他人。
καὶ καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ⸀ἄνθρωποι ποιεῖτε αὐτοῖς ὁμοίως.
32 如果只爱那些爱你的人,你这样做又有什么不同呢?罪人也爱那些爱他们的人。
Καὶ εἰ ἀγαπᾶτε τοὺς ἀγαπῶντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; καὶ γὰρ οἱ ἁμαρτωλοὶ τοὺς ἀγαπῶντας αὐτοὺς ἀγαπῶσιν.
33 如果只善待那些善待你的人,你这样做又有什么不同呢?罪人也会这样做。
⸀καὶἐὰν ἀγαθοποιῆτε τοὺς ἀγαθοποιοῦντας ὑμᾶς, ποία ὑμῖν χάρις ἐστίν; ⸁καὶοἱ ἁμαρτωλοὶ τὸ αὐτὸ ποιοῦσιν.
34 如果你借人钱财,又指望别人偿还,你这样做又有什么不同呢?罪人借钱给其他罪人,也会要求如数归还。
καὶ ἐὰν ⸀δανίσητεπαρʼ ὧν ἐλπίζετε ⸀λαβεῖν ποία ὑμῖν χάρις ἐστίν; ⸀καὶἁμαρτωλοὶ ἁμαρτωλοῖς δανίζουσιν ἵνα ἀπολάβωσιν τὰ ἴσα.
35 不能这样:要爱你们的敌人,善待他们。借出去的东西不要指望偿还,这样你们才能获得巨大恩赐。你们会成为至高上帝的儿子,因为上帝也会善待不懂得感恩之人和恶人。
πλὴν ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν καὶ ἀγαθοποιεῖτε καὶ δανίζετε μηδὲν ἀπελπίζοντες· καὶ ἔσται ὁ μισθὸς ὑμῶν πολύς, καὶ ἔσεσθε υἱοὶ Ὑψίστου, ὅτι αὐτὸς χρηστός ἐστιν ἐπὶ τοὺς ἀχαρίστους καὶ πονηρούς.
36 你们要仁慈,就像你们天父一样仁慈。
⸀γίνεσθεοἰκτίρμονες ⸀καθὼςὁ πατὴρ ὑμῶν οἰκτίρμων ἐστίν·
37 不可评判他人, 否则你也会被他人评判;不可决定他人的罪,否则你也会被定罪;饶恕他人,就会被人饶恕;
Καὶ μὴ κρίνετε, καὶοὐ μὴ κριθῆτε· ⸀καὶ μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. ἀπολύετε, καὶ ἀπολυθήσεσθε·
38 要给予,才会有慷慨回报,而且是加倍的回报。在衡量应该给你多少时,会将其压实,以便可以添加更多,能从顶部溢出,倒在你的腿上!因为你付出多少将决定你得到多少。”
δίδοτε, καὶ δοθήσεται ὑμῖν· μέτρον καλὸν πεπιεσμένον ⸀σεσαλευμένονὑπερεκχυννόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν· ⸂ᾧ γὰρ μέτρῳ μετρεῖτε ἀντιμετρηθήσεται ὑμῖν.
39 耶稣又讲了一个比喻:“盲人怎能给盲人领路呢?两个人不都会掉在坑里吗?
Εἶπεν δὲ ⸀καὶπαραβολὴν αὐτοῖς· Μήτι δύναται τυφλὸς τυφλὸν ὁδηγεῖν; οὐχὶ ἀμφότεροι εἰς βόθυνον ⸀ἐμπεσοῦνται
40 信徒的知识怎能多于老师?只有他们学会了所有知识,才能和老师一样。
οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν ⸀διδάσκαλον κατηρτισμένος δὲ πᾶς ἔσται ὡς ὁ διδάσκαλος αὐτοῦ.
41 为什么你看得见兄弟眼中的灰尘,却看不到自己眼中的木头?
τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ δοκὸν τὴν ἐν τῷ ἰδίῳ ὀφθαλμῷ οὐ κατανοεῖς;
42 你看不见自己眼中的木头,怎能对你的兄弟说:‘兄弟,让我来把你眼中的灰尘取走’?这是伪君子的行为!要先拿走自己眼中的木头,才能看得清楚,才能取走兄弟眼中的灰尘。
⸀πῶςδύνασαι λέγειν τῷ ἀδελφῷ σου· Ἀδελφέ, ἄφες ἐκβάλω τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ σου, αὐτὸς τὴν ἐν τῷ ὀφθαλμῷ σοῦ δοκὸν οὐ βλέπων; ὑποκριτά, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σοῦ, καὶ τότε διαβλέψεις ⸂τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου ἐκβαλεῖν.
43 因为好树不能结坏果,坏树不能结好果。
Οὐ γάρ ἐστιν δένδρον καλὸν ποιοῦν καρπὸν σαπρόν, οὐδὲ ⸀πάλινδένδρον σαπρὸν ποιοῦν καρπὸν καλόν.
44 你可以根据果子识别树木,不能从荆棘上采无花果,也不能从蒺藜中摘葡萄。
ἕκαστον γὰρ δένδρον ἐκ τοῦ ἰδίου καρποῦ γινώσκεται· οὐ γὰρ ἐξ ἀκανθῶν συλλέγουσιν σῦκα, οὐδὲ ἐκ βάτου ⸂σταφυλὴν τρυγῶσιν.
45 良善之人因为心存善念而做善事,邪恶之人因为心存恶念而做坏事。因为心中所念,口中必言。
ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας ⸀αὐτοῦπροφέρει τὸ ἀγαθόν, καὶ ὁ ⸀πονηρὸςἐκ τοῦ ⸀πονηροῦπροφέρει τὸ πονηρόν· ἐκ γὰρ ⸀περισσεύματοςκαρδίας λαλεῖ τὸ στόμα αὐτοῦ.
46 为什么你们称我‘主啊!主啊!’却不遵行我的吩咐?
Τί δέ με καλεῖτε· Κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω;
47 让我举个例子:有一个人来到我面前,他听了我的指引并照做。
πᾶς ὁ ἐρχόμενος πρός με καὶ ἀκούων μου τῶν λόγων καὶ ποιῶν αὐτούς, ὑποδείξω ὑμῖν τίνι ἐστὶν ὅμοιος·
48 这人就像在建造房屋,深挖地基,把地基建在牢固的岩石上。大水泛滥时,湍流冲刷房屋也不能让它倒塌,因为它建造得很牢固。
ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομοῦντι οἰκίαν ὃς ἔσκαψεν καὶ ἐβάθυνεν καὶ ἔθηκεν θεμέλιον ἐπὶ τὴν πέτραν· πλημμύρης δὲ γενομένης προσέρηξεν ὁ ποταμὸς τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἴσχυσεν σαλεῦσαι αὐτὴν ⸂διὰ τὸ καλῶς οἰκοδομῆσθαι αὐτήν.
49 但听到我的教导却不遵守,就好比在沙子上建屋,没有根基,急流一冲就会倒塌,彻底毁坏。”
ὁ δὲ ἀκούσας καὶ μὴ ποιήσας ὅμοιός ἐστιν ἀνθρώπῳ οἰκοδομήσαντι οἰκίαν ἐπὶ τὴν γῆν χωρὶς θεμελίου, ᾗ προσέρηξεν ὁ ποταμός, καὶ ⸂εὐθὺς συνέπεσεν, καὶ ἐγένετο τὸ ῥῆγμα τῆς οἰκίας ἐκείνης μέγα.

< 路加福音 6 >