< 撒母耳记下 10 >

1 此后,亚扪人的王死了,他儿子哈嫩接续他作王。
καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἀπέθανεν βασιλεὺς υἱῶν Αμμων καὶ ἐβασίλευσεν Αννων υἱὸς αὐτοῦ ἀντ’ αὐτοῦ
2 大卫说:“我要照哈嫩的父亲拿辖厚待我的恩典厚待哈嫩。”于是大卫差遣臣仆,为他丧父安慰他。大卫的臣仆到了亚扪人的境内。
καὶ εἶπεν Δαυιδ ποιήσω ἔλεος μετὰ Αννων υἱοῦ Ναας ὃν τρόπον ἐποίησεν ὁ πατὴρ αὐτοῦ μετ’ ἐμοῦ ἔλεος καὶ ἀπέστειλεν Δαυιδ παρακαλέσαι αὐτὸν ἐν χειρὶ τῶν δούλων αὐτοῦ περὶ τοῦ πατρὸς αὐτοῦ καὶ παρεγένοντο οἱ παῖδες Δαυιδ εἰς τὴν γῆν υἱῶν Αμμων
3 但亚扪人的首领对他们的主哈嫩说:“大卫差人来安慰你,你想他是尊敬你父亲吗?他差臣仆来不是详察窥探、要倾覆这城吗?”
καὶ εἶπον οἱ ἄρχοντες υἱῶν Αμμων πρὸς Αννων τὸν κύριον αὐτῶν μὴ παρὰ τὸ δοξάζειν Δαυιδ τὸν πατέρα σου ἐνώπιόν σου ὅτι ἀπέστειλέν σοι παρακαλοῦντας ἀλλ’ οὐχὶ ὅπως ἐρευνήσωσιν τὴν πόλιν καὶ κατασκοπήσωσιν αὐτὴν καὶ τοῦ κατασκέψασθαι αὐτὴν ἀπέστειλεν Δαυιδ τοὺς παῖδας αὐτοῦ πρὸς σέ
4 哈嫩便将大卫臣仆的胡须剃去一半,又割断他们下半截的衣服,使他们露出下体,打发他们回去。
καὶ ἔλαβεν Αννων τοὺς παῖδας Δαυιδ καὶ ἐξύρησεν τοὺς πώγωνας αὐτῶν καὶ ἀπέκοψεν τοὺς μανδύας αὐτῶν ἐν τῷ ἡμίσει ἕως τῶν ἰσχίων αὐτῶν καὶ ἐξαπέστειλεν αὐτούς
5 有人告诉大卫,他就差人去迎接他们,(因为他们甚觉羞耻),告诉他们说:“可以住在耶利哥,等到胡须长起再回来。”
καὶ ἀνήγγειλαν τῷ Δαυιδ ὑπὲρ τῶν ἀνδρῶν καὶ ἀπέστειλεν εἰς ἀπαντὴν αὐτῶν ὅτι ἦσαν οἱ ἄνδρες ἠτιμασμένοι σφόδρα καὶ εἶπεν ὁ βασιλεύς καθίσατε ἐν Ιεριχω ἕως τοῦ ἀνατεῖλαι τοὺς πώγωνας ὑμῶν καὶ ἐπιστραφήσεσθε
6 亚扪人知道大卫憎恶他们,就打发人去,招募伯·利合的亚兰人和琐巴的亚兰人,步兵二万,与玛迦王的人一千、陀伯人一万二千。
καὶ εἶδαν οἱ υἱοὶ Αμμων ὅτι κατῃσχύνθησαν ὁ λαὸς Δαυιδ καὶ ἀπέστειλαν οἱ υἱοὶ Αμμων καὶ ἐμισθώσαντο τὴν Συρίαν Βαιθροωβ εἴκοσι χιλιάδας πεζῶν καὶ τὸν βασιλέα Μααχα χιλίους ἄνδρας καὶ Ιστωβ δώδεκα χιλιάδας ἀνδρῶν
7 大卫听见了,就差派约押统带勇猛的全军出去。
καὶ ἤκουσεν Δαυιδ καὶ ἀπέστειλεν τὸν Ιωαβ καὶ πᾶσαν τὴν δύναμιν τοὺς δυνατούς
8 亚扪人出来,在城门前摆阵;琐巴与利合的亚兰人、陀伯人,并玛迦人,另在郊野摆阵。
καὶ ἐξῆλθαν οἱ υἱοὶ Αμμων καὶ παρετάξαντο πόλεμον παρὰ τῇ θύρᾳ τῆς πύλης καὶ Συρία Σουβα καὶ Ροωβ καὶ Ιστωβ καὶ Μααχα μόνοι ἐν ἀγρῷ
9 约押看见敌人在他前后摆阵,就从以色列军中挑选精兵,使他们对着亚兰人摆阵。
καὶ εἶδεν Ιωαβ ὅτι ἐγενήθη πρὸς αὐτὸν ἀντιπρόσωπον τοῦ πολέμου ἐκ τοῦ κατὰ πρόσωπον ἐξ ἐναντίας καὶ ἐκ τοῦ ὄπισθεν καὶ ἐπέλεξεν ἐκ πάντων τῶν νεανίσκων Ισραηλ καὶ παρετάξαντο ἐξ ἐναντίας Συρίας
10 其余的兵交与他兄弟亚比筛,对着亚扪人摆阵。
καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἔδωκεν ἐν χειρὶ Αβεσσα τοῦ ἀδελφοῦ αὐτοῦ καὶ παρετάξαντο ἐξ ἐναντίας υἱῶν Αμμων
11 约押对亚比筛说:“亚兰人若强过我,你就来帮助我;亚扪人若强过你,我就去帮助你。
καὶ εἶπεν ἐὰν κραταιωθῇ Συρία ὑπὲρ ἐμέ καὶ ἔσεσθέ μοι εἰς σωτηρίαν καὶ ἐὰν υἱοὶ Αμμων κραταιωθῶσιν ὑπὲρ σέ καὶ ἐσόμεθα τοῦ σῶσαί σε
12 我们都当刚强,为本国的民和 神的城邑作大丈夫。愿耶和华凭他的意旨而行!”
ἀνδρίζου καὶ κραταιωθῶμεν ὑπὲρ τοῦ λαοῦ ἡμῶν καὶ περὶ τῶν πόλεων τοῦ θεοῦ ἡμῶν καὶ κύριος ποιήσει τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ
13 于是,约押和跟随他的人前进攻打亚兰人;亚兰人在约押面前逃跑。
καὶ προσῆλθεν Ιωαβ καὶ ὁ λαὸς αὐτοῦ μετ’ αὐτοῦ εἰς πόλεμον πρὸς Συρίαν καὶ ἔφυγαν ἀπὸ προσώπου αὐτοῦ
14 亚扪人见亚兰人逃跑,他们也在亚比筛面前逃跑进城。约押就离开亚扪人那里,回耶路撒冷去了。
καὶ οἱ υἱοὶ Αμμων εἶδαν ὅτι ἔφυγεν Συρία καὶ ἔφυγαν ἀπὸ προσώπου Αβεσσα καὶ εἰσῆλθαν εἰς τὴν πόλιν καὶ ἀνέστρεψεν Ιωαβ ἀπὸ τῶν υἱῶν Αμμων καὶ παρεγένοντο εἰς Ιερουσαλημ
15 亚兰人见自己被以色列人打败,就又聚集。
καὶ εἶδεν Συρία ὅτι ἔπταισεν ἔμπροσθεν Ισραηλ καὶ συνήχθησαν ἐπὶ τὸ αὐτό
16 哈大底谢差遣人,将大河那边的亚兰人调来;他们到了希兰,哈大底谢的将军朔法率领他们。
καὶ ἀπέστειλεν Αδρααζαρ καὶ συνήγαγεν τὴν Συρίαν τὴν ἐκ τοῦ πέραν τοῦ ποταμοῦ Χαλαμακ καὶ παρεγένοντο Αιλαμ καὶ Σωβακ ἄρχων τῆς δυνάμεως Αδρααζαρ ἔμπροσθεν αὐτῶν
17 有人告诉大卫,他就聚集以色列众人,过约旦河,来到希兰。亚兰人迎着大卫摆阵,与他打仗。
καὶ ἀνηγγέλη τῷ Δαυιδ καὶ συνήγαγεν τὸν πάντα Ισραηλ καὶ διέβη τὸν Ιορδάνην καὶ παρεγένοντο εἰς Αιλαμ καὶ παρετάξατο Συρία ἀπέναντι Δαυιδ καὶ ἐπολέμησαν μετ’ αὐτοῦ
18 亚兰人在以色列人面前逃跑;大卫杀了亚兰七百辆战车的人,四万马兵,又杀了亚兰的将军朔法。
καὶ ἔφυγεν Συρία ἀπὸ προσώπου Ισραηλ καὶ ἀνεῖλεν Δαυιδ ἐκ τῆς Συρίας ἑπτακόσια ἅρματα καὶ τεσσαράκοντα χιλιάδας ἱππέων καὶ τὸν Σωβακ τὸν ἄρχοντα τῆς δυνάμεως αὐτοῦ ἐπάταξεν καὶ ἀπέθανεν ἐκεῖ
19 属哈大底谢的诸王见自己被以色列人打败,就与以色列人和好,归服他们。于是亚兰人不敢再帮助亚扪人了。
καὶ εἶδαν πάντες οἱ βασιλεῖς οἱ δοῦλοι Αδρααζαρ ὅτι ἔπταισαν ἔμπροσθεν Ισραηλ καὶ ηὐτομόλησαν μετὰ Ισραηλ καὶ ἐδούλευσαν αὐτοῖς καὶ ἐφοβήθη Συρία τοῦ σῶσαι ἔτι τοὺς υἱοὺς Αμμων

< 撒母耳记下 10 >