< James 1 >

1 James, a bondman of God and of the Lord Jesus Christ, to the twelve tribes in the Dispersion, greeting.
Ἰάκωβος θεοῦ καὶ κυρίου Ἰησοῦ Χριστοῦ δοῦλος ταῖς δώδεκα φυλαῖς ταῖς ἐν τῇ διασπορᾷ χαίρειν.
2 Consider it all joy, my brothers, when ye encounter various trials,
Πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις,
3 knowing that the testing of your faith produces perseverance.
γινώσκοντες ὅτι τὸ δοκίμιον ὑμῶν τῆς πίστεως κατεργάζεται ὑπομονήν·
4 And let perseverance have a perfect work, so that ye may be perfect and complete, falling short in nothing.
ἡ δὲ ὑπομονὴ ἔργον τέλειον ἐχέτω, ἵνα ἦτε τέλειοι καὶ ὁλόκληροι, ἐν μηδενὶ λειπόμενοι.
5 And if any of you lacks wisdom, let him ask from God who gives to all generously and not reproaching, and it will be given to him.
Εἰ δέ τις ὑμῶν λείπεται σοφίας, αἰτείτω παρὰ τοῦ διδόντος θεοῦ πᾶσιν ἁπλῶς καὶ ⸀μὴὀνειδίζοντος, καὶ δοθήσεται αὐτῷ·
6 But let him ask in faith, doubting nothing, for he who doubts is like a wave of the sea driven by wind and tossed about.
αἰτείτω δὲ ἐν πίστει, μηδὲν διακρινόμενος, ὁ γὰρ διακρινόμενος ἔοικεν κλύδωνι θαλάσσης ἀνεμιζομένῳ καὶ ῥιπιζομένῳ·
7 For that man should not think that he will receive anything from the Lord,
μὴ γὰρ οἰέσθω ὁ ἄνθρωπος ἐκεῖνος ὅτι λήμψεταί τι παρὰ τοῦ κυρίου
8 a double-minded man, unstable in all his ways.
ἀνὴρ δίψυχος, ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ.
9 Now let the lowly brother boast in his exaltation,
Καυχάσθω δὲ ὁ ἀδελφὸς ὁ ταπεινὸς ἐν τῷ ὕψει αὐτοῦ,
10 but the rich in his lowliness, because as a flower of grass he will pass away.
ὁ δὲ πλούσιος ἐν τῇ ταπεινώσει αὐτοῦ, ὅτι ὡς ἄνθος χόρτου παρελεύσεται.
11 For the sun rose up with the burning heat, and withered the grass. And the flower of it fell, and the beauty of its appearance perished. So also the rich man will fade away among his pursuits.
ἀνέτειλεν γὰρ ὁ ἥλιος σὺν τῷ καύσωνι καὶ ἐξήρανεν τὸν χόρτον, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν καὶ ἡ εὐπρέπεια τοῦ προσώπου αὐτοῦ ἀπώλετο· οὕτως καὶ ὁ πλούσιος ἐν ταῖς πορείαις αὐτοῦ μαρανθήσεται.
12 Blessed is a man who endures temptation, because, having become approved, he will receive the crown of life, which the Lord promised to those who love him.
Μακάριος ἀνὴρ ὃς ὑπομένει πειρασμόν, ὅτι δόκιμος γενόμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ⸀ἐπηγγείλατοτοῖς ἀγαπῶσιν αὐτόν.
13 Let no man say when he is tempted, I am tempted by God, for God is without temptation of evils, and he himself tempts no man.
μηδεὶς πειραζόμενος λεγέτω ὅτι Ἀπὸ θεοῦ πειράζομαι· ὁ γὰρ θεὸς ἀπείραστός ἐστιν κακῶν, πειράζει δὲ αὐτὸς οὐδένα.
14 But each man is tempted by his own lust, being drawn away and enticed.
ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος·
15 Then the lust having conceived, it gives birth to sin, and after being complete the sin brings forth death.
εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν, ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον.
16 Be not led astray, my beloved brothers.
μὴ πλανᾶσθε, ἀδελφοί μου ἀγαπητοί.
17 Every good gift and every perfect endowment is from above, coming down from the Father of lights, with whom there is no variation nor shadow of turning.
Πᾶσα δόσις ἀγαθὴ καὶ πᾶν δώρημα τέλειον ἄνωθέν ἐστιν, καταβαῖνον ἀπὸ τοῦ πατρὸς τῶν φώτων, παρʼ ᾧ οὐκ ἔνι παραλλαγὴ ἢ τροπῆς ἀποσκίασμα.
18 Having deliberated, he begot us by the word of truth for us to be a certain first fruit of his creatures.
βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν αὐτοῦ κτισμάτων.
19 Therefore, my beloved brothers, let every man be swift to hear, slow to speak, slow to wrath.
⸀Ἴστε ἀδελφοί μου ἀγαπητοί. ἔστω ⸀δὲπᾶς ἄνθρωπος ταχὺς εἰς τὸ ἀκοῦσαι, βραδὺς εἰς τὸ λαλῆσαι, βραδὺς εἰς ὀργήν,
20 For the wrath of man does not accomplish the righteousness of God.
ὀργὴ γὰρ ἀνδρὸς δικαιοσύνην θεοῦ ⸂οὐκ ἐργάζεται.
21 Therefore having put off all filthiness and profusion of evil, receive with meekness the engrafted word, which is able to save your souls.
διὸ ἀποθέμενοι πᾶσαν ῥυπαρίαν καὶ περισσείαν κακίας ἐν πραΰτητι δέξασθε τὸν ἔμφυτον λόγον τὸν δυνάμενον σῶσαι τὰς ψυχὰς ὑμῶν.
22 But become ye doers of the word, and not hearers only, deceiving yourselves.
Γίνεσθε δὲ ποιηταὶ λόγου καὶ μὴ ⸂ἀκροαταὶ μόνον παραλογιζόμενοι ἑαυτούς.
23 Because if any man is a hearer of the word and not a doer, this resembles a man observing his natural face in a mirror.
ὅτι εἴ τις ἀκροατὴς λόγου ἐστὶν καὶ οὐ ποιητής, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως αὐτοῦ ἐν ἐσόπτρῳ,
24 For he observes himself, and goes away, and straightaway forgets what kind of man he was.
κατενόησεν γὰρ ἑαυτὸν καὶ ἀπελήλυθεν καὶ εὐθέως ἐπελάθετο ὁποῖος ἦν.
25 But he who stooped to look into the perfect law, the one of liberty, and who remained, this man, who did not become a forgetful hearer but a doer of work, this man will be blessed in his doing.
ὁ δὲ παρακύψας εἰς νόμον τέλειον τὸν τῆς ἐλευθερίας καὶ παραμείνας, ⸀οὐκἀκροατὴς ἐπιλησμονῆς γενόμενος ἀλλὰ ποιητὴς ἔργου, οὗτος μακάριος ἐν τῇ ποιήσει αὐτοῦ ἔσται.
26 If any man among you seems to be religious, not bridling his tongue but deceiving his heart, this man's religion is futile.
Εἴ τις δοκεῖ θρησκὸς ⸀εἶναιμὴ χαλιναγωγῶν γλῶσσαν ⸀αὐτοῦἀλλὰ ἀπατῶν καρδίαν ⸀αὐτοῦ τούτου μάταιος ἡ θρησκεία.
27 Pure religion and undefiled from God and the Father is this, to go help the orphaned and the widows in their affliction, and to keep himself unspotted from the world.
θρησκεία καθαρὰ καὶ ἀμίαντος παρὰ ⸀τῷθεῷ καὶ πατρὶ αὕτη ἐστίν, ἐπισκέπτεσθαι ὀρφανοὺς καὶ χήρας ἐν τῇ θλίψει αὐτῶν, ἄσπιλον ἑαυτὸν τηρεῖν ἀπὸ τοῦ κόσμου.

< James 1 >