< Παραλειπομένων Βʹ 20 >

1 καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωαβ καὶ οἱ υἱοὶ Αμμων καὶ μετ’ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ιωσαφατ εἰς πόλεμον
پس از چندی، لشکر موآب و عمون به اتفاق معونی‌ها برای جنگ با یهوشافاط، پادشاه یهودا بسیج شدند.
2 καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ιωσαφατ λέγοντες ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας καὶ ἰδού εἰσιν ἐν Ασασανθαμαρ αὕτη ἐστὶν Ενγαδδι
به یهوشافاط خبر رسید که سپاهی بزرگ از آن سوی دریای مرده، از ادوم به جنگ او می‌آیند و به حَصّون تامار رسیده‌اند. (حصون‌تامار همان «عین جدی» است.)
3 καὶ ἐφοβήθη καὶ ἔδωκεν Ιωσαφατ τὸ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν κύριον καὶ ἐκήρυξεν νηστείαν ἐν παντὶ Ιουδα
یهوشافاط از این خبر بسیار ترسید و از خداوند کمک خواست. سپس دستور داد تمام مردم یهودا روزه بگیرند.
4 καὶ συνήχθη Ιουδας ἐκζητῆσαι τὸν κύριον καὶ ἀπὸ πασῶν τῶν πόλεων Ιουδα ἦλθον ζητῆσαι τὸν κύριον
مردم از سراسر یهودا به اورشلیم آمدند تا دعا کرده، از خداوند کمک بخواهند.
5 καὶ ἀνέστη Ιωσαφατ ἐν ἐκκλησίᾳ Ιουδα ἐν Ιερουσαλημ ἐν οἴκῳ κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς
وقتی همه در حیاط تازهٔ خانهٔ خداوند جمع شدند، یهوشافاط در میان آنها ایستاد و چنین دعا کرد:
6 καὶ εἶπεν κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν οὐχὶ σὺ εἶ θεὸς ἐν οὐρανῷ καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας καὶ οὐκ ἔστιν πρὸς σὲ ἀντιστῆναι
«ای خداوند، خدای اجداد ما، یگانه خدای آسمانها، فرمانروای تمام ممالک دنیا، تو قدرتمند و عظیم هستی. کیست که بتواند در برابر تو بایستد؟
7 οὐχὶ σὺ εἶ ὁ κύριος ὁ ἐξολεθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ισραηλ καὶ ἔδωκας αὐτὴν σπέρματι Αβρααμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα
تو خدای ما هستی. هنگام ورود قوم اسرائیل به این سرزمین، تو اقوام بت‌پرست را از اینجا بیرون راندی و این سرزمین را تا به ابد به فرزندان دوست خود ابراهیم بخشیدی.
8 καὶ κατῴκησαν ἐν αὐτῇ καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου λέγοντες
قوم تو در اینجا ساکن شدند و این عبادتگاه را برای تو ساختند
9 ἐὰν ἐπέλθῃ ἐφ’ ἡμᾶς κακά ῥομφαία κρίσις θάνατος λιμός στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως καὶ ἀκούσῃ καὶ σώσεις
تا در چنین مواقعی که بلای جنگ و مرض و قحطی دامنگیر آنان می‌شود، در این خانه در حضورت بایستند (زیرا که تو در اینجا حضور داری)، و برای نجات خود به درگاه تو دعا کنند و تو دعای ایشان را اجابت فرموده، آنان را نجات دهی.
10 καὶ νῦν ἰδοὺ υἱοὶ Αμμων καὶ Μωαβ καὶ ὄρος Σηιρ εἰς οὓς οὐκ ἔδωκας τῷ Ισραηλ διελθεῖν δῑ αὐτῶν ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου ὅτι ἐξέκλιναν ἀπ’ αὐτῶν καὶ οὐκ ἐξωλέθρευσαν αὐτούς
«حال ملاحظه فرما که سپاهیان عمون و موآب و ادوم چه می‌کنند! تو به اجداد ما که از مصر بیرون آمدند، اجازه ندادی به این ممالک حمله کنند. پس سرزمینشان را دور زدند و آنها را از بین نبردند.
11 καὶ νῦν ἰδοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφ’ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν ἧς ἔδωκας ἡμῖν
ببین اکنون پاداش ما را چگونه می‌دهند! آمده‌اند تا ما را از سرزمینی که تو آن را به ما بخشیده‌ای، بیرون کنند.
12 κύριε ὁ θεὸς ἡμῶν οὐ κρινεῖς ἐν αὐτοῖς ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφ’ ἡμᾶς καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς ἀλλ’ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν
ای خدای ما، آیا تو آنها را مجازات نخواهی کرد؟ ما برای مقابله با این سپاه بزرگ قدرتی نداریم. کاری از دست ما برنمی‌آید، جز اینکه منتظر کمک تو باشیم.»
13 καὶ πᾶς Ιουδας ἑστηκὼς ἔναντι κυρίου καὶ τὰ παιδία αὐτῶν καὶ αἱ γυναῖκες
تمام مردان یهودا با زنان و فرزندان خود آمده، در حضور خداوند ایستاده بودند.
14 καὶ τῷ Οζιηλ τῷ τοῦ Ζαχαριου τῶν υἱῶν Βαναιου τῶν υἱῶν Ελεηλ τοῦ Μανθανιου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ασαφ ἐγένετο ἐπ’ αὐτὸν πνεῦμα κυρίου ἐν τῇ ἐκκλησίᾳ
آنگاه روح خداوند بر یکی از مردانی که در آنجا ایستاده بود، نازل شد. نام این مرد یحزئیل بود. (یحزئیل پسر زکریا، زکریا پسر بنایا، بنایا پسر یعی‌ئیل و یعی‌ئیل پسر متنیای لاوی از طایفهٔ آساف بود.)
15 καὶ εἶπεν ἀκούσατε πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ καὶ ὁ βασιλεὺς Ιωσαφατ τάδε λέγει κύριος ὑμῖν αὐτοῖς μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις ἀλλ’ ἢ τῷ θεῷ
یحزئیل گفت: «ای مردم یهودا و اورشلیم، ای یهوشافاط پادشاه، به من گوش دهید! خداوند می‌فرماید: نترسید! از این سپاه نیرومند دشمن وحشت نکنید! زیرا شما نمی‌جنگید، بلکه من به جای شما با آنها می‌جنگم.
16 αὔριον κατάβητε ἐπ’ αὐτούς ἰδοὺ ἀναβαίνουσιν κατὰ τὴν ἀνάβασιν Ασας καὶ εὑρήσετε αὐτοὺς ἐπ’ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ιεριηλ
فردا برای مقابله با آنها بروید. شما آنها را خواهید دید که از دامنه‌های صیص، در انتهای دره‌ای در بیابان یروئیل بالا می‌آیند.
17 οὐχ ὑμῖν ἐστιν πολεμῆσαι ταῦτα σύνετε καὶ ἴδετε τὴν σωτηρίαν κυρίου μεθ’ ὑμῶν Ιουδα καὶ Ιερουσαλημ μὴ φοβεῖσθε μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς καὶ κύριος μεθ’ ὑμῶν
اما ای مردم یهودا و اورشلیم لازم نیست شما با آنها بجنگید. فقط بایستید و منتظر باشید؛ آنگاه خواهید دید خداوند چگونه شما را نجات می‌دهد. نترسید و روحیهٔ خود را نبازید. به مقابله با دشمن بروید، زیرا خداوند با شماست.»
18 καὶ κύψας Ιωσαφατ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ιουδα καὶ οἱ κατοικοῦντες Ιερουσαλημ ἔπεσαν ἔναντι κυρίου προσκυνῆσαι κυρίῳ
یهوشافاط پادشاه و تمام مردم یهودا و اورشلیم که در آنجا ایستاده بودند در حضور خداوند به خاک افتادند و او را سجده کردند.
19 καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Κααθ καὶ ἀπὸ τῶν υἱῶν Κορε αἰνεῖν κυρίῳ θεῷ Ισραηλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος
سپس لاویان طوایف قهات و قورح بلند شدند و با صدای بلند در وصف خداوند، خدای اسرائیل سرود خواندند.
20 καὶ ὤρθρισαν πρωὶ καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωε καὶ ἐν τῷ ἐξελθεῖν ἔστη Ιωσαφατ καὶ ἐβόησεν καὶ εἶπεν ἀκούσατέ μου Ιουδα καὶ οἱ κατοικοῦντες ἐν Ιερουσαλημ ἐμπιστεύσατε ἐν κυρίῳ θεῷ ὑμῶν καὶ ἐμπιστευθήσεσθε ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ καὶ εὐοδωθήσεσθε
صبح زود روز بعد، سپاه یهودا به بیابان تقوع رهسپار شد. در این ضمن یهوشافاط ایستاد و گفت: «ای مردم یهودا و اورشلیم گوش کنید: به خداوند، خدای خود ایمان داشته باشید تا پیروز شوید. سخنان انبیای او را باور کنید تا موفق شوید.»
21 καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ καὶ ἔστησεν ψαλτῳδοὺς καὶ αἰνοῦντας ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως καὶ ἔλεγον ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
یهوشافاط بعد از مشورت با سران قوم، دستور داد که دستهٔ سرایندگانی آراسته به جامه‌های مقدّس تشکیل گردد و پیشاپیش سپاه برود و در وصف خداوند بسراید و بگوید: «خداوند را حمد و ستایش کنید، زیرا محبت او ابدی است.»
22 καὶ ἐν τῷ ἄρξασθαι τῆς αἰνέσεως αὐτοῦ τῆς ἐξομολογήσεως ἔδωκεν κύριος πολεμεῖν τοὺς υἱοὺς Αμμων ἐπὶ Μωαβ καὶ ὄρος Σηιρ τοὺς ἐξελθόντας ἐπὶ Ιουδαν καὶ ἐτροπώθησαν
همین که ایشان مشغول سراییدن و حمد گفتن شدند، خداوند سپاهیان موآب و عمون و ادوم را به جان هم انداخت.
23 καὶ ἀνέστησαν οἱ υἱοὶ Αμμων καὶ Μωαβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηιρ ἐξολεθρεῦσαι καὶ ἐκτρῖψαι καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηιρ ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολεθρευθῆναι
سپاهیان عمون و موآب بر ضد سپاه ادوم برخاستند و همه را کشتند. بعد از آن عمونی‌ها و موآبی‌ها به جان هم افتادند.
24 καὶ Ιουδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου καὶ ἐπέβλεψεν καὶ εἶδεν τὸ πλῆθος καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς οὐκ ἦν σῳζόμενος
وقتی سربازان یهودا به برج دیدبانی بیابان رسیدند، دیدند اجساد دشمنان تا جایی که چشم کار می‌کرد بر زمین افتاده و همه از بین رفته بودند.
25 καὶ ἦλθεν Ιωσαφατ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν καὶ εὗρον κτήνη πολλὰ καὶ ἀποσκευὴν καὶ σκῦλα καὶ σκεύη ἐπιθυμητὰ καὶ ἐσκύλευσαν ἑαυτοῖς καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα ὅτι πολλὰ ἦν
یهوشافاط و سربازانش به سراغ جنازه‌ها رفتند و پول و لباس و جواهرات فراوان یافتند. غنیمت به قدری زیاد بود که جمع‌آوری آن سه روز طول کشید.
26 καὶ τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας ἐκεῖ γὰρ ηὐλόγησαν τὸν κύριον διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς εὐλογίας ἕως τῆς ἡμέρας ταύτης
روز چهارم در «درهٔ برکت» (که همان روز این اسم را بر آن دره گذاشتند و تا به امروز هم به همان نام معروف است)، جمع شدند و خداوند را برای برکاتش ستایش کردند.
27 καὶ ἐπέστρεψεν πᾶς ἀνὴρ Ιουδα εἰς Ιερουσαλημ καὶ Ιωσαφατ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ ὅτι εὔφρανεν αὐτοὺς κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν
سپس سپاهیان یهودا با خوشحالی تمام از اینکه خداوند ایشان را از چنگ دشمن نجات داده بود به دنبال یهوشافاط پیروزمندانه به اورشلیم بازگشتند.
28 καὶ εἰσῆλθον εἰς Ιερουσαλημ ἐν νάβλαις καὶ ἐν κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον κυρίου
آنها با صدای عود و بربط و شیپور به اورشلیم آمدند و به خانهٔ خداوند رفتند.
29 καὶ ἐγένετο ἔκστασις κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι ἐπολέμησεν κύριος πρὸς τοὺς ὑπεναντίους Ισραηλ
وقتی قومهای همسایه شنیدند که خداوند با دشمنان اسرائیل جنگیده است، ترس خدا آنها را فرا گرفت.
30 καὶ εἰρήνευσεν ἡ βασιλεία Ιωσαφατ καὶ κατέπαυσεν αὐτῷ ὁ θεὸς αὐτοῦ κυκλόθεν
در سرزمین یهوشافاط صلح برقرار شد، زیرا خدایش به او آسایش بخشیده بود.
31 καὶ ἐβασίλευσεν Ιωσαφατ ἐπὶ τὸν Ιουδαν ἐτῶν τριάκοντα πέντε ἐν τῷ βασιλεῦσαι αὐτὸν καὶ εἴκοσι πέντε ἔτη ἐβασίλευσεν ἐν Ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Αζουβα θυγάτηρ Σαλι
یهوشافاط در سن سی و پنج سالگی پادشاه یهودا شد و بیست و پنج سال در اورشلیم سلطنت کرد. مادرش عزوبه نام داشت و دختر شلحی بود.
32 καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ασα καὶ οὐκ ἐξέκλινεν τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον κυρίου
او مثل پدرش آسا، مطابق میل خداوند عمل می‌کرد.
33 ἀλλὰ τὰ ὑψηλὰ ἔτι ὑπῆρχεν καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνεν τὴν καρδίαν πρὸς κύριον θεὸν τῶν πατέρων αὐτῶν
ولی با این همه، بتخانه‌ها را که بر بالای تپه‌ها بود، خراب نکرد و قوم هنوز با تمام دل و جان به سوی خدای اجداد خود بازگشت نکرده بودند.
34 καὶ οἱ λοιποὶ λόγοι Ιωσαφατ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ιου τοῦ Ανανι ὃς κατέγραψεν βιβλίον βασιλέων Ισραηλ
شرح بقیهٔ رویدادهای دوران سلطنت یهوشافاط، از اول تا آخر، در کتاب «تاریخ ییهو پسر حنانی» که جزو «کتاب تاریخ پادشاهان اسرائیل» است، یافت می‌شود.
35 καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ιωσαφατ βασιλεὺς Ιουδα πρὸς Οχοζιαν βασιλέα Ισραηλ καὶ οὗτος ἠνόμησεν
یهوشافاط، پادشاه یهودا در روزهای آخر عمرش با اخزیا، پادشاه اسرائیل که بسیار شرور بود پیمان بست.
36 ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσις καὶ ἐποίησεν πλοῖα ἐν Γασιωνγαβερ
آنها در عصیون جابر کشتی‌های بزرگ تجاری ساختند.
37 καὶ ἐπροφήτευσεν Ελιεζερ ὁ τοῦ Δωδια ἀπὸ Μαρισης ἐπὶ Ιωσαφατ λέγων ὡς ἐφιλίασας τῷ Οχοζια ἔθραυσεν κύριος τὸ ἔργον σου καὶ συνετρίβη τὰ πλοῖά σου καὶ οὐκ ἐδυνάσθη τοῦ πορευθῆναι εἰς Θαρσις
آنگاه العازار (پسر دوداواهوی مریشاتی) بر ضد یهوشافاط پیشگویی کرد و گفت: «چون تو با اخزیای پادشاه متحد شدی، خداوند زحمات تو را بر باد خواهد داد.» پس آن کشتی‌ها شکسته شدند و هرگز به سفر تجاری نرفتند.

< Παραλειπομένων Βʹ 20 >