< Ἔξοδος 10 >

1 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν λέγων εἴσελθε πρὸς Φαραω ἐγὼ γὰρ ἐσκλήρυνα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ ἵνα ἑξῆς ἐπέλθῃ τὰ σημεῖα ταῦτα ἐπ’ αὐτούς
Yahweh said to Moses, “Go to Pharaoh, for I have hardened his heart and the hearts of his servants. I have done this to show these signs of my power among them.
2 ὅπως διηγήσησθε εἰς τὰ ὦτα τῶν τέκνων ὑμῶν καὶ τοῖς τέκνοις τῶν τέκνων ὑμῶν ὅσα ἐμπέπαιχα τοῖς Αἰγυπτίοις καὶ τὰ σημεῖά μου ἃ ἐποίησα ἐν αὐτοῖς καὶ γνώσεσθε ὅτι ἐγὼ κύριος
I have also done this so that you may tell your children and grandchildren the things I have done, how I have harshly treated Egypt, and how I have given various signs of my power among them. In this way you will know that I am Yahweh.”
3 εἰσῆλθεν δὲ Μωυσῆς καὶ Ααρων ἐναντίον Φαραω καὶ εἶπαν αὐτῷ τάδε λέγει κύριος ὁ θεὸς τῶν Εβραίων ἕως τίνος οὐ βούλει ἐντραπῆναί με ἐξαπόστειλον τὸν λαόν μου ἵνα λατρεύσωσίν μοι
So Moses and Aaron went to Pharaoh and said to him, “Yahweh, the God of the Hebrews, says this: 'How long will you refuse to humble yourself before me? Let my people go so that they may worship me.
4 ἐὰν δὲ μὴ θέλῃς σὺ ἐξαποστεῖλαι τὸν λαόν μου ἰδοὺ ἐγὼ ἐπάγω ταύτην τὴν ὥραν αὔριον ἀκρίδα πολλὴν ἐπὶ πάντα τὰ ὅριά σου
But if you refuse to let my people go, listen, tomorrow I will bring locusts into your land.
5 καὶ καλύψει τὴν ὄψιν τῆς γῆς καὶ οὐ δυνήσῃ κατιδεῖν τὴν γῆν καὶ κατέδεται πᾶν τὸ περισσὸν τῆς γῆς τὸ καταλειφθέν ὃ κατέλιπεν ὑμῖν ἡ χάλαζα καὶ κατέδεται πᾶν ξύλον τὸ φυόμενον ὑμῖν ἐπὶ τῆς γῆς
They will cover the surface of the ground so that no one will be able to see the earth. They will eat the remains of whatever escaped from the hail. They will also eat every tree that grows for you in the fields.
6 καὶ πλησθήσονταί σου αἱ οἰκίαι καὶ αἱ οἰκίαι τῶν θεραπόντων σου καὶ πᾶσαι αἱ οἰκίαι ἐν πάσῃ γῇ τῶν Αἰγυπτίων ἃ οὐδέποτε ἑωράκασιν οἱ πατέρες σου οὐδὲ οἱ πρόπαπποι αὐτῶν ἀφ’ ἧς ἡμέρας γεγόνασιν ἐπὶ τῆς γῆς ἕως τῆς ἡμέρας ταύτης καὶ ἐκκλίνας Μωυσῆς ἐξῆλθεν ἀπὸ Φαραω
They will fill your houses, those of all your servants, and those of all the Egyptians—something neither your father nor your grandfather ever saw, nothing ever seen since the day that they were on the earth to this present day.'” Then Moses left and went out from Pharaoh.
7 καὶ λέγουσιν οἱ θεράποντες Φαραω πρὸς αὐτόν ἕως τίνος ἔσται τοῦτο ἡμῖν σκῶλον ἐξαπόστειλον τοὺς ἀνθρώπους ὅπως λατρεύσωσιν τῷ θεῷ αὐτῶν ἢ εἰδέναι βούλει ὅτι ἀπόλωλεν Αἴγυπτος
Pharaoh's servants said to him, “How long will this man be a menace to us? Let the Israelites go so that they may worship Yahweh their God. Do you not yet realize that Egypt is destroyed?”
8 καὶ ἀπέστρεψαν τόν τε Μωυσῆν καὶ Ααρων πρὸς Φαραω καὶ εἶπεν αὐτοῖς πορεύεσθε καὶ λατρεύσατε τῷ θεῷ ὑμῶν τίνες δὲ καὶ τίνες εἰσὶν οἱ πορευόμενοι
Moses and Aaron were brought again to Pharaoh, who said to them, “Go worship Yahweh your God. But what people will go?”
9 καὶ λέγει Μωυσῆς σὺν τοῖς νεανίσκοις καὶ πρεσβυτέροις πορευσόμεθα σὺν τοῖς υἱοῖς καὶ θυγατράσιν καὶ προβάτοις καὶ βουσὶν ἡμῶν ἔστιν γὰρ ἑορτὴ κυρίου τοῦ θεοῦ ἡμῶν
Moses said, “We will go with our young and with our old, with our sons and our daughters. We will go with our flocks and herds, for we must hold a festival for Yahweh.”
10 καὶ εἶπεν πρὸς αὐτούς ἔστω οὕτως κύριος μεθ’ ὑμῶν καθότι ἀποστέλλω ὑμᾶς μὴ καὶ τὴν ἀποσκευὴν ὑμῶν ἴδετε ὅτι πονηρία πρόκειται ὑμῖν
Pharaoh said to them, “May Yahweh indeed be with you, if I ever let you go and your little ones go. Look, you have some evil in mind.
11 μὴ οὕτως πορευέσθωσαν δὲ οἱ ἄνδρες καὶ λατρεύσατε τῷ θεῷ τοῦτο γὰρ αὐτοὶ ζητεῖτε ἐξέβαλον δὲ αὐτοὺς ἀπὸ προσώπου Φαραω
No! Go, just the men among you, and worship Yahweh, for that is what you want.” Then Moses and Aaron were driven out from Pharaoh's presence.
12 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρα ἐπὶ γῆν Αἰγύπτου καὶ ἀναβήτω ἀκρὶς ἐπὶ τὴν γῆν καὶ κατέδεται πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃν ὑπελίπετο ἡ χάλαζα
Then Yahweh said to Moses, “Reach out with your hand over the land of Egypt to the locusts, that they may attack the land of Egypt and eat every plant in it, everything that the hail has left.”
13 καὶ ἐπῆρεν Μωυσῆς τὴν ῥάβδον εἰς τὸν οὐρανόν καὶ κύριος ἐπήγαγεν ἄνεμον νότον ἐπὶ τὴν γῆν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα τὸ πρωὶ ἐγενήθη καὶ ὁ ἄνεμος ὁ νότος ἀνέλαβεν τὴν ἀκρίδα
Moses reached out with his staff over the land of Egypt, and Yahweh brought an east wind over the land all that day and night. When it was morning, the east wind had brought the locusts.
14 καὶ ἀνήγαγεν αὐτὴν ἐπὶ πᾶσαν γῆν Αἰγύπτου καὶ κατέπαυσεν ἐπὶ πάντα τὰ ὅρια Αἰγύπτου πολλὴ σφόδρα προτέρα αὐτῆς οὐ γέγονεν τοιαύτη ἀκρὶς καὶ μετὰ ταῦτα οὐκ ἔσται οὕτως
The locusts went through all the land of Egypt and infested all parts of it. Never before had there been such a swarm of locusts in the land, and nothing like this will come after it.
15 καὶ ἐκάλυψεν τὴν ὄψιν τῆς γῆς καὶ ἐφθάρη ἡ γῆ καὶ κατέφαγεν πᾶσαν βοτάνην τῆς γῆς καὶ πάντα τὸν καρπὸν τῶν ξύλων ὃς ὑπελείφθη ἀπὸ τῆς χαλάζης οὐχ ὑπελείφθη χλωρὸν οὐδὲν ἐν τοῖς ξύλοις καὶ ἐν πάσῃ βοτάνῃ τοῦ πεδίου ἐν πάσῃ γῇ Αἰγύπτου
They covered the surface of the whole land so that it was darkened. They ate every plant in the land and all the fruit of the trees that the hail had left. Throughout all the land of Egypt, no living green plant remained, nor any tree or plant in the fields.
16 κατέσπευδεν δὲ Φαραω καλέσαι Μωυσῆν καὶ Ααρων λέγων ἡμάρτηκα ἐναντίον κυρίου τοῦ θεοῦ ὑμῶν καὶ εἰς ὑμᾶς
Then Pharaoh quickly summoned Moses and Aaron and said, “I have sinned against Yahweh your God and against you.
17 προσδέξασθε οὖν μου τὴν ἁμαρτίαν ἔτι νῦν καὶ προσεύξασθε πρὸς κύριον τὸν θεὸν ὑμῶν καὶ περιελέτω ἀπ’ ἐμοῦ τὸν θάνατον τοῦτον
Now then, forgive my sin this time, and pray to Yahweh your God that he will take this death away from me.”
18 ἐξῆλθεν δὲ Μωυσῆς ἀπὸ Φαραω καὶ ηὔξατο πρὸς τὸν θεόν
So Moses went out from Pharaoh and prayed to Yahweh.
19 καὶ μετέβαλεν κύριος ἄνεμον ἀπὸ θαλάσσης σφοδρόν καὶ ἀνέλαβεν τὴν ἀκρίδα καὶ ἐνέβαλεν αὐτὴν εἰς τὴν ἐρυθρὰν θάλασσαν καὶ οὐχ ὑπελείφθη ἀκρὶς μία ἐν πάσῃ γῇ Αἰγύπτου
Yahweh brought a very strong west wind that picked up the locusts and drove them into the Sea of Reeds; not a single locust remained in all the territory of Egypt.
20 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐξαπέστειλεν τοὺς υἱοὺς Ισραηλ
But Yahweh hardened Pharaoh's heart, and Pharaoh did not let the Israelites go.
21 εἶπεν δὲ κύριος πρὸς Μωυσῆν ἔκτεινον τὴν χεῖρά σου εἰς τὸν οὐρανόν καὶ γενηθήτω σκότος ἐπὶ γῆν Αἰγύπτου ψηλαφητὸν σκότος
Then Yahweh said to Moses, “Reach out with your hand toward the sky, so that there may be darkness over the land of Egypt, darkness that may be felt.”
22 ἐξέτεινεν δὲ Μωυσῆς τὴν χεῖρα εἰς τὸν οὐρανόν καὶ ἐγένετο σκότος γνόφος θύελλα ἐπὶ πᾶσαν γῆν Αἰγύπτου τρεῖς ἡμέρας
Moses reached out with his hand toward the sky, and there was a thick darkness in all the land of Egypt for three days.
23 καὶ οὐκ εἶδεν οὐδεὶς τὸν ἀδελφὸν αὐτοῦ τρεῖς ἡμέρας καὶ οὐκ ἐξανέστη οὐδεὶς ἐκ τῆς κοίτης αὐτοῦ τρεῖς ἡμέρας πᾶσι δὲ τοῖς υἱοῖς Ισραηλ ἦν φῶς ἐν πᾶσιν οἷς κατεγίνοντο
No one could see anyone else; no one left his home for three days. However, all the Israelites had light in the place where they lived.
24 καὶ ἐκάλεσεν Φαραω Μωυσῆν καὶ Ααρων λέγων βαδίζετε λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολίπεσθε καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ’ ὑμῶν
Pharaoh summoned Moses and said, “Go worship Yahweh. Even your families may go with you, but your flocks and herds must remain behind.”
25 καὶ εἶπεν Μωυσῆς ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας ἃ ποιήσομεν κυρίῳ τῷ θεῷ ἡμῶν
But Moses said, “You must also give us animals for sacrifices and burnt offerings so that we may sacrifice them to Yahweh our God.
26 καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν καὶ οὐχ ὑπολειψόμεθα ὁπλήν ἀπ’ αὐτῶν γὰρ λημψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν ἡμεῖς δὲ οὐκ οἴδαμεν τί λατρεύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν ἕως τοῦ ἐλθεῖν ἡμᾶς ἐκεῖ
Our cattle must also go with us; not a hoof of them may be left behind, for we must take them to worship Yahweh our God. For we do not know with what we must worship Yahweh until we arrive there.”
27 ἐσκλήρυνεν δὲ κύριος τὴν καρδίαν Φαραω καὶ οὐκ ἐβουλήθη ἐξαποστεῖλαι αὐτούς
But Yahweh hardened Pharaoh's heart, and he would not let them go.
28 καὶ λέγει Φαραω ἄπελθε ἀπ’ ἐμοῦ πρόσεχε σεαυτῷ ἔτι προσθεῖναι ἰδεῖν μου τὸ πρόσωπον ᾗ δ’ ἂν ἡμέρᾳ ὀφθῇς μοι ἀποθανῇ
Pharaoh said to Moses, “Go from me! Be careful about one thing, that you do not see me again, for on the day you see my face, you will die.”
29 λέγει δὲ Μωυσῆς εἴρηκας οὐκέτι ὀφθήσομαί σοι εἰς πρόσωπον
Moses said, “You yourself have spoken. I will not see your face again.”

< Ἔξοδος 10 >