< Βασιλειῶν Αʹ 12 >

1 Και είπεν ο Σαμουήλ προς πάντα τον Ισραήλ, Ιδού, υπήκουσα εις την φωνήν σας κατά πάντα όσα είπετε προς εμέ, και κατέστησα βασιλέα εφ' υμάς·
καὶ εἶπεν Σαμουηλ πρὸς πάντα ἄνδρα Ισραηλ ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ’ ὑμᾶς βασιλέα
2 και τώρα, ιδού, ο βασιλεύς πορεύεται έμπροσθέν σας· εγώ δε είμαι γέρων και πολιός· και οι υιοί μου, ιδού, είναι μεθ' υμών· και εγώ περιεπάτησα ενώπιόν σας εκ νεότητός μου έως της ημέρας ταύτης·
καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης
3 ιδού, εγώ· μαρτυρήσατε κατ' εμού ενώπιον του Κυρίου και ενώπιον του κεχρισμένου αυτού· τίνος τον βουν έλαβον; ή τίνος τον όνον έλαβον; ή τίνα ηδίκησα; τίνα κατεδυνάστευσα; ή εκ χειρός τίνος έλαβον δώρα, διά να τυφλώσω τους οφθαλμούς μου διά τούτων; και θέλω αποδώσει εις εσάς.
ἰδοὺ ἐγώ ἀποκρίθητε κατ’ ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ἀποκρίθητε κατ’ ἐμοῦ καὶ ἀποδώσω ὑμῖν
4 Οι δε είπον, Δεν ηδίκησας ημάς ουδέ κατεδυνάστευσας ημάς ουδέ έλαβές τι εκ της χειρός τινός.
καὶ εἶπαν πρὸς Σαμουηλ οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν
5 Και είπε προς αυτούς, Μάρτυς ο Κύριος εις εσάς, μάρτυς και ο κεχρισμένος αυτού την ημέραν ταύτην, ότι δεν ευρήκατε εις την χείρα μου ουδέν. Και απεκρίβησαν, Μάρτυς.
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἶπαν μάρτυς
6 Και είπεν ο Σαμουήλ προς τον λαόν, Μάρτυς ο Κύριος ο καταστήσας τον Μωϋσήν και τον Ααρών, και αναβιβάσας τους πατέρας σας εκ γης Αιγύπτου.
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαὸν λέγων μάρτυς κύριος ὁ ποιήσας τὸν Μωυσῆν καὶ τὸν Ααρων ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου
7 Τώρα λοιπόν στάθητε, διά να διαλεχθώ με σας ενώπιον του Κυρίου, διά πάσας τας δικαιοσύνας του Κυρίου, τας οποίας έκαμεν εις εσάς και εις τους πατέρας σας.
καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν
8 Αφού ο Ιακώβ ήλθεν εις την Αίγυπτον, και οι πατέρες σας εβόησαν προς τον Κύριον, τότε απέστειλεν ο Κύριος τον Μωϋσήν και τον Ααρών, και εξήγαγον τους πατέρας σας εξ Αιγύπτου και κατώκισαν αυτούς εν τω τόπω τούτω.
ὡς εἰσῆλθεν Ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς Αἴγυπτον καὶ ἐταπείνωσεν αὐτοὺς Αἴγυπτος καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον καὶ ἀπέστειλεν κύριος τὸν Μωυσῆν καὶ τὸν Ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ Αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ
9 Ελησμόνησαν όμως Κύριον τον Θεόν αυτών· όθεν παρέδωκεν αυτούς εις την χείρα του Σισάρα, αρχηγού του στρατεύματος του Ασώρ, και εις την χείρα των Φιλισταίων και εις την χείρα του βασιλέως Μωάβ, και επολέμησαν εναντίον αυτών.
καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας Σισαρα ἀρχιστρατήγου Ιαβιν βασιλέως Ασωρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως Μωαβ καὶ ἐπολέμησαν ἐν αὐτοῖς
10 Και εβόησαν προς τον Κύριον και είπον, Ημαρτήσαμεν, επειδή εγκατελίπομεν τον Κύριον και ελατρεύσαμεν τους Βααλείμ και τας Ασταρώθ· αλλά τώρα ελευθέρωσον ημάς εκ της χειρός των εχθρών ημών, και θέλομεν λατρεύσει σε.
καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς Βααλιμ καὶ τοῖς ἄλσεσιν καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν καὶ δουλεύσομέν σοι
11 Και απέστειλεν ο Κύριος τον Ιεροβάαλ και τον Βεδάν και τον Ιεφθάε και τον Σαμουήλ, και σας ηλευθέρωσεν εκ της χειρός των εχθρών σας πανταχόθεν, και κατωκήσατε εν ασφαλεία.
καὶ ἀπέστειλεν κύριος τὸν Ιεροβααλ καὶ τὸν Βαρακ καὶ τὸν Ιεφθαε καὶ τὸν Σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν καὶ κατῳκεῖτε πεποιθότες
12 Αλλ' ότε είδετε ότι Νάας ο βασιλεύς των υιών Αμμών ήλθεν εναντίον σας, είπετε προς εμέ, Ουχί, αλλά βασιλεύς θέλει βασιλεύει εφ' ημάς· ενώ Κύριος ο Θεός σας ήτο ο βασιλεύς σας.
καὶ εἴδετε ὅτι Ναας βασιλεὺς υἱῶν Αμμων ἦλθεν ἐφ’ ὑμᾶς καὶ εἴπατε οὐχί ἀλλ’ ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ’ ἡμῶν καὶ κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶν
13 Τώρα λοιπόν, ιδού, ο βασιλεύς, τον οποίον εξελέξατε, τον οποίον εζητήσατε· και ιδού, ο Κύριος κατέστησε βασιλέα εφ' υμάς.
καὶ νῦν ἰδοὺ ὁ βασιλεύς ὃν ἐξελέξασθε καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ’ ὑμᾶς βασιλέα
14 Εάν φοβήσθε τον Κύριον και λατρεύητε αυτόν και υπακούητε εις την φωνήν αυτού και δεν στασιάζητε εναντίον της προσταγής του Κυρίου, τότε και σεις και ο βασιλεύς ο βασιλεύων εφ' υμάς θέλετε περιπατεί κατόπιν Κυρίου του Θεού σας·
ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ’ ὑμῶν ὀπίσω κυρίου πορευόμενοι
15 εάν όμως δεν υπακούητε εις την φωνήν του Κυρίου, αλλά στασιάζητε εναντίον της προσταγής του Κυρίου, τότε η χειρ του Κυρίου θέλει είσθαι εναντίον σας, καθώς εστάθη εναντίον των πατέρων σας.
ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν
16 Τώρα λοιπόν παραστάθητε και ίδετε το μέγα τούτο πράγμα, το οποίον ο Κύριος θέλει κάμει έμπροσθεν των οφθαλμών σας·
καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν
17 δεν είναι θερισμός των σίτων σήμερον; θέλω επικαλεσθή τον Κύριον, και θέλει πέμψει βροντάς και βροχήν· διά να γνωρίσητε και να ίδητε ότι το κακόν σας είναι μέγα, το οποίον επράξατε ενώπιον του Κυρίου, ζητήσαντες εις εαυτούς βασιλέα.
οὐχὶ θερισμὸς πυρῶν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα
18 Τότε επεκαλέσθη ο Σαμουήλ τον Κύριον· και έπεμψεν ο Κύριος βροντάς και βροχήν την ημέραν εκείνην· και πας ο λαός εφοβήθη σφόδρα τον Κύριον και τον Σαμουήλ.
καὶ ἐπεκαλέσατο Σαμουηλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν Σαμουηλ
19 Και είπε πας ο λαός προς τον Σαμουήλ, Δεήθητι υπέρ των δούλων σου προς Κύριον τον Θεόν σου, διά να μη αποθάνωμεν· διότι επροσθέσαμεν εις πάσας τας αμαρτίας ημών το κακόν, να ζητήσωμεν εις εαυτούς βασιλέα.
καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς Σαμουηλ πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα
20 Και είπεν ο Σαμουήλ προς τον λαόν, Μη φοβείσθε· σεις επράξατε όλον τούτο το κακόν· πλην μη παραδρομήσητε από όπισθεν του Κυρίου, αλλά λατρεύετε τον Κύριον εξ όλης της καρδίας σας·
καὶ εἶπεν Σαμουηλ πρὸς τὸν λαόν μὴ φοβεῖσθε ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν
21 και μη παραδρομήσητε· διότι τότε ηθέλετε υπάγει κατόπιν των ματαίων, τα οποία δεν δύνανται να ωφελήσωσιν ουδέ να ελευθερώσωσιν, επειδή είναι μάταια·
καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται ὅτι οὐθέν εἰσιν
22 διότι δεν θέλει εγκαταλείψει ο Κύριος τον λαόν αυτού, διά το όνομα αυτού το μέγα, επειδή ηυδόκησεν ο Κύριος να σας κάμη λαόν αυτού·
ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν
23 εις εμέ δε μη γένοιτο να αμαρτήσω εις τον Κύριον, ώστε να παύσω από του να δέωμαι υπέρ υμών· αλλά θέλω σας διδάσκει την οδόν την αγαθήν και ευθείαν·
καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν καὶ δουλεύσω τῷ κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν
24 μόνον φοβείσθε τον Κύριον και λατρεύετε αυτόν εν αληθεία εξ όλης καρδίας σας· διότι είδετε πόσα μεγαλεία έκαμεν υπέρ υμών·
πλὴν φοβεῖσθε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ’ ὑμῶν
25 αλλ' εάν εξακολουθήτε να πράττητε το κακόν, και σεις και ο βασιλεύς υμών θέλετε απολεσθή.
καὶ ἐὰν κακίᾳ κακοποιήσητε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε

< Βασιλειῶν Αʹ 12 >