< Προς Τιμοθεον Α΄ 3 >

1 Πιστὸς ὁ λόγος· εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ.
πιστοσ ο λογοσ ει τισ επισκοπησ ορεγεται καλου εργου επιθυμει
2 Δεῖ οὖν τὸν ἐπίσκοπον ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλεον, σώφρονα, κόσμιον, φιλόξενον, διδακτικόν·
δει ουν τον επισκοπον ανεπιληπτον ειναι μιασ γυναικοσ ανδρα νηφαλεον σωφρονα κοσμιον φιλοξενον διδακτικον
3 μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ, ἀλλ᾽ ἐπιεικῆ, ἄμαχον, ἀφιλάργυρον·
μη παροινον μη πληκτην μη αισχροκερδη αλλ επιεικη αμαχον αφιλαργυρον
4 τοῦ ἰδίου οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ μετὰ πάσης σεμνότητος.
του ιδιου οικου καλωσ προισταμενον τεκνα εχοντα εν υποταγη μετα πασησ σεμνοτητοσ
5 Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδε, πῶς ἐκκλησίας Θεοῦ ἐπιμελήσεται;
ει δε τισ του ιδιου οικου προστηναι ουκ οιδεν πωσ εκκλησιασ θεου επιμελησεται
6 Μὴ νεόφυτον, ἵνα μὴ τυφωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου.
μη νεοφυτον ινα μη τυφωθεισ εισ κριμα εμπεση του διαβολου
7 Δεῖ δὲ αὐτὸν καὶ μαρτυρίαν καλὴν ἔχειν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ παγίδα τοῦ διαβόλου.
δει δε αυτον και μαρτυριαν καλην εχειν απο των εξωθεν ινα μη εισ ονειδισμον εμπεση και παγιδα του διαβολου
8 Διακόνους ὡσαύτως σεμνούς, μὴ διλόγους, μὴ οἴνῳ πολλῷ προσέχοντας, μὴ αἰσχροκερδεῖς,
διακονουσ ωσαυτωσ σεμνουσ μη διλογουσ μη οινω πολλω προσεχοντασ μη αισχροκερδεισ
9 ἔχοντας τὸ μυστήριον τῆς πίστεως ἐν καθαρᾷ συνειδήσει.
εχοντασ το μυστηριον τησ πιστεωσ εν καθαρα συνειδησει
10 Καὶ οὗτοι δὲ δοκιμαζέσθωσαν πρῶτον, εἶτα διακονείτωσαν, ἀνέγκλητοι ὄντες.
και ουτοι δε δοκιμαζεσθωσαν πρωτον ειτα διακονειτωσαν ανεγκλητοι οντεσ
11 Γυναῖκας ὡσαύτως σεμνάς, μὴ διαβόλους, νηφαλέους, πιστὰς ἐν πᾶσι.
γυναικασ ωσαυτωσ σεμνασ μη διαβολουσ νηφαλεουσ πιστασ εν πασιν
12 Διάκονοι ἔστωσαν μιᾶς γυναικὸς ἄνδρες, τέκνων καλῶς προϊστάμενοι καὶ τῶν ἰδίων οἴκων.
διακονοι εστωσαν μιασ γυναικοσ ανδρεσ τεκνων καλωσ προισταμενοι και των ιδιων οικων
13 Οἱ γὰρ καλῶς διακονήσαντες βαθμὸν ἑαυτοῖς καλὸν περιποιοῦνται, καὶ πολλὴν παρρησίαν ἐν πίστει τῇ ἐν Χριστῷ Ἰησοῦ.
οι γαρ καλωσ διακονησαντεσ βαθμον εαυτοισ καλον περιποιουνται και πολλην παρρησιαν εν πιστει τη εν χριστω ιησου
14 Ταῦτά σοι γράφω, ἐλπίζων ἐλθεῖν πρός σε τάχιον·
ταυτα σοι γραφω ελπιζων ελθειν προσ σε ταχιον
15 ἐὰν δὲ βραδύνω, ἵνα εἰδῇς πῶς δεῖ ἐν οἴκῳ Θεοῦ ἀναστρέφεσθαι, ἥτις ἐστὶν ἐκκλησία Θεοῦ ζῶντος, στύλος καὶ ἑδραίωμα τῆς ἀληθείας.
εαν δε βραδυνω ινα ειδησ πωσ δει εν οικω θεου αναστρεφεσθαι ητισ εστιν εκκλησια θεου ζωντοσ στυλοσ και εδραιωμα τησ αληθειασ
16 Καὶ ὁμολογουμένως μέγα ἐστὶ τὸ τῆς εὐσεβείας μυστήριον· Θεὸς ἐφανερώθη ἐν σαρκί, ἐδικαιώθη ἐν πνεύματι, ὤφθη ἀγγέλοις, ἐκηρύχθη ἐν ἔθνεσιν, ἐπιστεύθη ἐν κόσμῳ, ἀνελήφθη ἐν δόξῃ.
και ομολογουμενωσ μεγα εστιν το τησ ευσεβειασ μυστηριον θεοσ εφανερωθη εν σαρκι εδικαιωθη εν πνευματι ωφθη αγγελοισ εκηρυχθη εν εθνεσιν επιστευθη εν κοσμω ανεληφθη εν δοξη

< Προς Τιμοθεον Α΄ 3 >