< عبرانیان 5 >

زیرا که هر رئیس کهنه از میان آدمیان گرفته شده، برای آدمیان مقرر می‌شود در امورالهی تا هدایا و قربانی‌ها برای گناهان بگذراند؛ ۱ 1
Πᾶς γὰρ ἀρχιερεύς, ἐξ ἀνθρώπων λαμβανόμενος, ὑπὲρ ἀνθρώπων καθίσταται τὰ πρὸς τὸν Θεόν, ἵνα προσφέρῃ δῶρά τε καὶ θυσίας ὑπὲρ ἁμαρτιῶν·
که با جاهلان و گمراهان می‌تواند ملایمت کند، چونکه او نیز در کمزوری گرفته شده است. ۲ 2
μετριοπαθεῖν δυνάμενος τοῖς ἀγνοοῦσι καὶ πλανωμένοις, ἐπεὶ καὶ αὐτὸς περίκειται ἀσθένειαν·
و به‌سبب این کمزوری، او را لازم است چنانکه برای قوم، همچنین برای خویشتن نیز قربانی برای گناهان بگذراند. ۳ 3
καὶ διὰ ταύτην ὀφείλει, καθὼς περὶ τοῦ λαοῦ, οὕτω καὶ περὶ ἑαυτοῦ, προσφέρειν ὑπὲρ ἁμαρτιῶν.
و کسی این مرتبه را برای خودنمی گیرد، مگر وقتی که خدا او را بخواند، چنانکه هارون را. ۴ 4
Καὶ οὐχ ἑαυτῷ τις λαμβάνει τὴν τιμήν, ἀλλὰ ὁ καλούμενος ὑπὸ τοῦ Θεοῦ, καθάπερ καὶ ὁ Ἀαρών.
و همچنین مسیح نیز خود را جلال نداد که رئیس کهنه بشود، بلکه او که به وی گفت: «تو پسر من هستی؛ من امروز تو را تولید نمودم.» ۵ 5
Οὕτω καὶ ὁ Χριστὸς οὐχ ἑαυτὸν ἐδόξασε γενηθῆναι ἀρχιερέα, ἀλλ᾿ ὁ λαλήσας πρὸς αὐτόν, Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
چنانکه در مقام دیگر نیز می‌گوید: «تو تا به ابدکاهن هستی بر رتبه ملکیصدق.» (aiōn g165) ۶ 6
Καθὼς καὶ ἐν ἑτέρῳ λέγει, Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. (aiōn g165)
و او در ایام بشریت خود، چونکه با فریادشدید و اشکها نزد او که به رهانیدنش از موت قادر بود، تضرع و دعای بسیار کرد و به‌سبب تقوای خویش مستجاب گردید، ۷ 7
Ὃς ἐν ταῖς ἡμέραις τῆς σαρκὸς αὐτοῦ, δεήσεις τε καὶ ἱκετηρίας πρὸς τὸν δυνάμενον σώζειν αὐτὸν ἐκ θανάτου μετὰ κραυγῆς ἰσχυρᾶς καὶ δακρύων προσενέγκας, καὶ εἰσακουσθεὶς ἀπὸ τῆς εὐλαβείας,
هر‌چند پسربود، به مصیبتهایی که کشید، اطاعت را آموخت ۸ 8
καίπερ ὢν υἱός, ἔμαθεν ἀφ᾿ ὧν ἔπαθε τὴν ὑπακοήν,
و کامل شده، جمیع مطیعان خود را سبب نجات جاودانی گشت. (aiōnios g166) ۹ 9
καὶ τελειωθεὶς ἐγένετο τοῖς ὑπακούουσιν αὐτῷ πᾶσιν αἴτιος σωτηρίας αἰωνίου· (aiōnios g166)
و خدا او را به رئیس کهنه مخاطب ساخت به رتبه ملکیصدق. ۱۰ 10
προσαγορευθεὶς ὑπὸ τοῦ Θεοῦ ἀρχιερεὺς κατὰ τὴν τάξιν Μελχισεδέκ.
که درباره او ما را سخنان بسیار است که شرح آنها مشکل می‌باشد چونکه گوشهای شماسنگین شده است. ۱۱ 11
Περὶ οὗ πολὺς ἡμῖν ὁ λόγος καὶ δυσερμήνευτος λέγειν, ἐπεὶ νωθροὶ γεγόνατε ταῖς ἀκοαῖς.
زیرا که هر‌چند با این طول زمان شما را می‌باید معلمان باشید، باز محتاجیدکه کسی اصول و مبادی الهامات خدا را به شمابیاموزد و محتاج شیر شدید نه غذای قوی. ۱۲ 12
Καὶ γὰρ ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς, τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ· καὶ γεγόνατε χρείαν ἔχοντες γάλακτος, καὶ οὐ στερεᾶς τροφῆς.
زیرا هر‌که شیرخواره باشد، در کلام عدالت ناآزموده است، چونکه طفل است. ۱۳ 13
Πᾶς γὰρ ὁ μετέχων γάλακτος ἄπειρος λόγου δικαιοσύνης· νήπιος γάρ ἐστι.
اما غذای قوی از آن بالغان است که حواس خود را به موجب عادت، ریاضت داده‌اند تا تمییز نیک و بدرا بکنند. ۱۴ 14
Τελείων δέ ἐστιν ἡ στερεὰ τροφή, τῶν διὰ τὴν ἕξιν τὰ αἰσθητήρια γεγυμνασμένα ἐχόντων πρὸς διάκρισιν καλοῦ τε καὶ κακοῦ.

< عبرانیان 5 >