< Josué 19 >

1 Y la segunda herencia salió para la tribu de Simeón por sus familias; y su herencia estaba en medio de la herencia de los hijos de Judá.
καὶ ἐξῆλθεν ὁ δεύτερος κλῆρος τῶν υἱῶν Συμεων καὶ ἐγενήθη ἡ κληρονομία αὐτῶν ἀνὰ μέσον κλήρων υἱῶν Ιουδα
2 Y tenían por herencia su herencia Beerseba, Sema y Molada,
καὶ ἐγενήθη ὁ κλῆρος αὐτῶν Βηρσαβεε καὶ Σαμαα καὶ Κωλαδαμ
3 Hazar-sua, Bala y Ezem,
καὶ Αρσωλα καὶ Βωλα καὶ Ασομ
4 Eltolad, Betul, Horma,
καὶ Ελθουλα καὶ Βουλα καὶ Ερμα
5 Ziclag, Bet-marcabot, Hazar-susa,
καὶ Σικελακ καὶ Βαιθμαχερεβ καὶ Σαρσουσιν
6 Bet-lebaot, Saruhen; trece pueblos con sus aldeas;
καὶ Βαθαρωθ καὶ οἱ ἀγροὶ αὐτῶν πόλεις δέκα τρεῖς καὶ αἱ κῶμαι αὐτῶν
7 Ain, Rimon, Eter, Asan; cuatro pueblos con sus aldeas.
Ερεμμων καὶ Θαλχα καὶ Εθερ καὶ Ασαν πόλεις τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν
8 Y todos los lugares que estaban alrededor de estas ciudades hasta Baalat-beer- que es la ciudad de Rama al sur. Esta es la herencia de la tribu de Simeón por sus familias.
κύκλῳ τῶν πόλεων αὐτῶν ἕως Βαρεκ πορευομένων Βαμεθ κατὰ λίβα αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεων κατὰ δήμους αὐτῶν
9 La herencia de Simeón fue sacada de la extensión de tierra de Judá, porque la parte de Judá era más de lo que necesitaban, por lo que la herencia de los hijos de Simeón estaba dentro de su herencia.
ἀπὸ τοῦ κλήρου Ιουδα ἡ κληρονομία φυλῆς υἱῶν Συμεων ὅτι ἐγενήθη ἡ μερὶς υἱῶν Ιουδα μείζων τῆς αὐτῶν καὶ ἐκληρονόμησαν οἱ υἱοὶ Συμεων ἐν μέσῳ τοῦ κλήρου αὐτῶν
10 Y la tercera herencia salió para Zabulón, por sus familias; el límite de su herencia era hasta Sarid;
καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ τρίτος τῷ Ζαβουλων κατὰ δήμους αὐτῶν ἔσται τὰ ὅρια τῆς κληρονομίας αὐτῶν Εσεδεκ
11 Y su límite sube hacia el oeste hasta Marala, extendiéndose hasta Dabeset, y hacia el arroyo frente a Jocneam;
Γωλα ὅρια αὐτῶν ἡ θάλασσα καὶ Μαραγελλα καὶ συνάψει ἐπὶ Βαιθαραβα εἰς τὴν φάραγγα ἥ ἐστιν κατὰ πρόσωπον Ιεκμαν
12 Luego, girando hacia el este desde Sarid hasta el límite de Quislot-tabor, y pasaba a Daberat y sube a Jafía;
καὶ ἀνέστρεψεν ἀπὸ Σεδδουκ ἐξ ἐναντίας ἀπ’ ἀνατολῶν Βαιθσαμυς ἐπὶ τὰ ὅρια Χασελωθαιθ καὶ διελεύσεται ἐπὶ Δαβιρωθ καὶ προσαναβήσεται ἐπὶ Φαγγαι
13 Y desde allí va al este a Gat-hefer, pasaba por Ita-cazin; terminando en Rimmon que llega hasta Neah;
καὶ ἐκεῖθεν περιελεύσεται ἐξ ἐναντίας ἐπ’ ἀνατολὰς ἐπὶ Γεβερε ἐπὶ πόλιν Κατασεμ καὶ διελεύσεται ἐπὶ Ρεμμωνα Αμαθαρ Αοζα
14 Y la línea que la rodea en el norte a Hanaton, que termina en el valle de Jefte-el;
καὶ περιελεύσεται ὅρια ἐπὶ βορρᾶν ἐπὶ Αμωθ καὶ ἔσται ἡ διέξοδος αὐτῶν ἐπὶ Γαιφαηλ
15 Y Catat, y Naalal, y Simron e Idala y Belen; Doce pueblos con sus aldeas.
καὶ Καταναθ καὶ Ναβααλ καὶ Συμοων καὶ Ιεριχω καὶ Βαιθμαν
16 Esta es la herencia de los hijos de Zabulón por parte de sus familias, estos pueblos con sus aldeas.
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ζαβουλων κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν
17 Por Isacar salió la cuarta herencia, para los hijos de Isacar por sus familias;
καὶ τῷ Ισσαχαρ ἐξῆλθεν ὁ κλῆρος ὁ τέταρτος
18 Y su límite era para Jezreel, Quesulot, Sunem.
καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Ιαζηλ καὶ Χασαλωθ καὶ Σουναν
19 Hafaraim, Sihon y Anaharat.
καὶ Αγιν καὶ Σιωνα καὶ Ρεηρωθ καὶ Αναχερεθ
20 Rabbit y Kishion y Abez,
καὶ Δαβιρων καὶ Κισων καὶ Ρεβες
21 Remet y En-ganim, y En-hada, y Bet-pases;
καὶ Ρεμμας καὶ Ιεων καὶ Τομμαν καὶ Αιμαρεκ καὶ Βηρσαφης
22 Y su límite llega hasta Tabor, Sahazima y Bet-semes, que terminan en el río Jordán; Dieciséis pueblos con sus aldeas.
καὶ συνάψει τὰ ὅρια ἐπὶ Γαιθβωρ καὶ ἐπὶ Σαλιμ κατὰ θάλασσαν καὶ Βαιθσαμυς καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ὁ Ιορδάνης
23 Esta es la herencia de la tribu de los hijos de Isacar por sus familias, estos pueblos con sus aldeas.
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ισσαχαρ κατὰ δήμους αὐτῶν αἱ πόλεις καὶ αἱ κῶμαι αὐτῶν
24 Y la quinta herencia salió para la tribu de Aser y sus familias.
καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πέμπτος Ασηρ
25 Y su límite era Helcat, Hali, Beten y Acsaf.
καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν ἐξ Ελεκεθ καὶ Αλεφ καὶ Βαιθοκ καὶ Κεαφ
26 Y Alammelec y Amad y Miseal, extendiéndose hasta Carmel en el oeste y Sihor-libnat;
καὶ Ελιμελεκ καὶ Αμιηλ καὶ Μαασα καὶ συνάψει τῷ Καρμήλῳ κατὰ θάλασσαν καὶ τῷ Σιων καὶ Λαβαναθ
27 Volviendo al este a Bet-dagón y extendiéndose a Zabulón y al valle de Jeftel-él hasta Bet-emec, Neiel al norte; a la izquierda va hasta Cabul.
καὶ ἐπιστρέψει ἀπ’ ἀνατολῶν ἡλίου καὶ Βαιθεγενεθ καὶ συνάψει τῷ Ζαβουλων καὶ ἐκ Γαι καὶ Φθαιηλ κατὰ βορρᾶν καὶ εἰσελεύσεται ὅρια Σαφθαιβαιθμε καὶ Ιναηλ καὶ διελεύσεται εἰς Χωβα μασομελ
28 Ebron y Rehob y Hamon y Cana, hasta la gran Zidon;
καὶ Ελβων καὶ Ρααβ καὶ Εμεμαων καὶ Κανθαν ἕως Σιδῶνος τῆς μεγάλης
29 Y el límite va hasta Rama y la ciudad amurallada de Tiro y Hosa, que termina en el mar junto a Mahaleb, Aczib;
καὶ ἀναστρέψει τὰ ὅρια εἰς Ραμα καὶ ἕως πηγῆς Μασφασσατ καὶ τῶν Τυρίων καὶ ἀναστρέψει τὰ ὅρια ἐπὶ Ιασιφ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ ἡ θάλασσα καὶ ἀπὸ Λεβ καὶ Εχοζοβ
30 Uma y Afec y Rehob; Veintidós pueblos con sus aldeas.
καὶ Αρχωβ καὶ Αφεκ καὶ Ρααυ
31 Esta es la herencia de la tribu de los hijos de Aser por parte de sus familias, estos pueblos con sus aldeas.
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ασηρ κατὰ δήμους αὐτῶν πόλεις καὶ αἱ κῶμαι αὐτῶν
32 Para los hijos de Neftalí salió la sexta herencia, para los hijos de Neftalí y sus familias;
καὶ τῷ Νεφθαλι ἐξῆλθεν ὁ κλῆρος ὁ ἕκτος
33 Y su límite era desde Helef, Alon-saanamin, hasta Adami-neceb y Jabneel, hasta Lacum, que terminaba en el río Jordan;
καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Μοολαμ καὶ Μωλα καὶ Βεσεμιιν καὶ Αρμε καὶ Ναβωκ καὶ Ιεφθαμαι ἕως Δωδαμ καὶ ἐγενήθησαν αἱ διέξοδοι αὐτοῦ ὁ Ιορδάνης
34 Y girando hacia el oeste hacia Aznot-tabor, el límite sale de allí hacia Hucoc, extendiéndose hasta Zebulun en el sur, y Aser en el oeste, y el territorio de Judah el río Jordan en el este.
καὶ ἐπιστρέψει τὰ ὅρια ἐπὶ θάλασσαν Εναθ Θαβωρ καὶ διελεύσεται ἐκεῖθεν ιακανα καὶ συνάψει τῷ Ζαβουλων ἀπὸ νότου καὶ Ασηρ συνάψει κατὰ θάλασσαν καὶ ὁ Ιορδάνης ἀπ’ ἀνατολῶν ἡλίου
35 Y los pueblos amurallados son Sidim, Zer, y Hamat, Racat y Cineret.
καὶ αἱ πόλεις τειχήρεις τῶν Τυρίων Τύρος καὶ Ωμαθα Δακεθ καὶ Κενερεθ
36 Adama y Ramá y Hazor.
καὶ Αρμαιθ καὶ Αραηλ καὶ Ασωρ
37 Cedes Edrei, En-Hazor,
καὶ Καδες καὶ Ασσαρι καὶ πηγὴ Ασορ
38 Iron, Migdal-el, Horem y Bet-anat y Bet-semes; Diecinueve localidades con sus aldeas.
καὶ Κερωε καὶ Μεγαλα Αριμ καὶ Βαιθθαμε καὶ Θεσσαμυς
39 Esta es la herencia de la tribu de los hijos de Neftalí por sus familias, estos pueblos con sus aldeas.
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Νεφθαλι
40 Por la tribu de Dan y sus familias salió la séptima herencia;
καὶ τῷ Δαν ἐξῆλθεν ὁ κλῆρος ὁ ἕβδομος
41 Y el límite de su herencia era Zora, Estaol, e Ir-semes.
καὶ ἐγενήθη τὰ ὅρια αὐτῶν Σαραθ καὶ Ασα πόλεις Σαμμαυς
42 Saalabiny Ajalon, Jetla,
καὶ Σαλαβιν καὶ Αμμων καὶ Σιλαθα
43 Elon y Timnat y Ecrón,
καὶ Αιλων καὶ Θαμναθα καὶ Ακκαρων
44 Elteque, Gibetón y Baalat.
καὶ Αλκαθα καὶ Βεγεθων καὶ Γεβεελαν
45 Jehud y Bene-berac y Gat-rimon;
καὶ Αζωρ καὶ Βαναιβακατ καὶ Γεθρεμμων
46 Mejarcon y Racón frente a Jope.
καὶ ἀπὸ θαλάσσης Ιερακων ὅριον πλησίον Ιόππης
47 Pero el límite de los hijos de Dan no era lo suficientemente ancho para ellos, de modo que los hijos de Dan subieron e hicieron la guerra a Lesem y la tomaron, colocándola en la espada sin piedad, y la tomaron por su herencia. e hicieron un lugar para ellos allí, dándole el nombre de Lesem Dan, después del nombre de su padre, Dan.
αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Δαν κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ κῶμαι αὐτῶν καὶ οὐκ ἐξέθλιψαν οἱ υἱοὶ Δαν τὸν Αμορραῖον τὸν θλίβοντα αὐτοὺς ἐν τῷ ὄρει καὶ οὐκ εἴων αὐτοὺς οἱ Αμορραῖοι καταβῆναι εἰς τὴν κοιλάδα καὶ ἔθλιψαν ἀπ’ αὐτῶν τὸ ὅριον τῆς μερίδος αὐτῶν
48 Esta es la herencia de la tribu de los hijos de Dan por parte de sus familias, estos pueblos con sus aldeas.
καὶ ἐπορεύθησαν οἱ υἱοὶ Ιουδα καὶ ἐπολέμησαν τὴν Λαχις καὶ κατελάβοντο αὐτὴν καὶ ἐπάταξαν αὐτὴν ἐν στόματι μαχαίρας καὶ κατῴκησαν αὐτὴν καὶ ἐκάλεσαν τὸ ὄνομα αὐτῆς Λασενδακ καὶ ὁ Αμορραῖος ὑπέμεινεν τοῦ κατοικεῖν ἐν Ελωμ καὶ ἐν Σαλαμιν καὶ ἐβαρύνθη ἡ χεὶρ τοῦ Εφραιμ ἐπ’ αὐτούς καὶ ἐγένοντο αὐτοῖς εἰς φόρον
49 Así fue completa la distribución de la tierra y sus límites; y los hijos de Israel dieron a Josué, hijo de Nun, una herencia entre ellos;
καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν κατὰ τὸ ὅριον αὐτῶν καὶ ἔδωκαν οἱ υἱοὶ Ισραηλ κλῆρον Ἰησοῖ τῷ υἱῷ Ναυη ἐν αὐτοῖς
50 Por orden del Señor, le dieron la ciudad por la que hizo el pedido, Timnat-sera en la región montañosa de Efraín: allí, después de construir la ciudad, se ganó la vida.
διὰ προστάγματος τοῦ θεοῦ καὶ ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο Θαμνασαραχ ἥ ἐστιν ἐν τῷ ὄρει Εφραιμ καὶ ᾠκοδόμησεν τὴν πόλιν καὶ κατῴκει ἐν αὐτῇ
51 Estas son las herencias que el sacerdote Eleazar y Josué, hijo de Nun, y los jefes de familia de las tribus de los hijos de Israel entregaron en Silo, por decisión del Señor, a la puerta de la Tienda de reunión Así que la distribución de la tierra fue completa.
αὗται αἱ διαιρέσεις ἃς κατεκληρονόμησεν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη καὶ οἱ ἄρχοντες τῶν πατριῶν ἐν ταῖς φυλαῖς Ισραηλ κατὰ κλήρους ἐν Σηλω ἐναντίον κυρίου παρὰ τὰς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ ἐπορεύθησαν ἐμβατεῦσαι τὴν γῆν

< Josué 19 >